Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.162 Dem. 24.165 (English) >>Dem. 24.169

24.164εὖ οἶδʼ ὅτι ἐπὶ τῶν τριάκοντα ἅπαντες ἂν εἴποιτε. τότε τοίνυν, ὡς ἔστιν ἀκούειν, οὐδεὶς ἔστιν ὅστις ἀπεστερεῖτο τοῦ σωθῆναι, ὅστις ἑαυτὸν οἴκοι κρύψειεν, ἀλλʼ αὐτὸ τοῦτο κατηγοροῦσι τῶν τριάκοντα, ὅτι τοὺς ἐκ τῆς ἀγορᾶς ἀδίκως ἀπῆγον. οὗτοι τοίνυν τοσαύτην ὑπερβολὴν ἐποιήσαντʼ ἐκείνων τῆς αὑτῶν πονηρίας ὥστʼ ἐν δημοκρατίᾳ πολιτευόμενοι τὴν ἰδίαν οἰκίαν ἑκάστῳ δεσμωτήριον καθίστασαν, τοὺς ἕνδεκʼ ἄγοντες ἐπὶ τὰς οἰκίας. 24.165καίτοι, ἄνδρες Ἀθηναῖοι, τί οἴεσθʼ ὁπότʼ ἄνθρωπος πένης καὶ πλούσιος, πολλὰ δʼ ἀνηλωκὼς καί τινʼ ἴσως τρόπον εἰκότως οὐκ εὐπορῶν ἀργυρίου, μὴ μόνον εἰς τὴν ἀγορὰν φοβοῖτʼ ἐμβαλεῖν, ἀλλὰ μηδʼ οἴκοι μένειν ἀσφαλὲς ἡγοῖτο, δὲ τούτων αἴτιος Ἀνδροτίων εἴη, ὃν οὐδʼ ὑπὲρ αὑτοῦ δίκην ἐᾷ λαβεῖν τὰ πεπραγμένα καὶ βεβιωμένα, μή τί γʼ ὑπὲρ τῆς πόλεως εἰσπράττειν εἰσφοράς; 24.166καίτοι εἴ τις ἔροιτʼ αὐτὸν σέ, Τιμόκρατες, τὸν ἐπαινέτην τούτων καὶ συνεργόν, τὰς εἰσφορὰς πότερον τὰ κτήματʼ τὰ σώματʼ ὀφείλει, τὰ κτήματα φήσαιτʼ ἄν, εἴπερ ἀληθῆ λέγειν βούλοισθε· ἀπὸ γὰρ τούτων εἰσφέρομεν. τίνος οὖν ἕνεκʼ, κάκιστοι πάντων ἀνθρώπων, ἀφέντες τὸ τὰ χωρία δημεύειν καὶ τὰς οἰκίας καὶ ταῦτʼ ἀπογράφειν, ἐδεῖτε καὶ ὑβρίζετε πολίτας ἀνθρώπους καὶ τοὺς ταλαιπώρους μετοίκους, οἷς ὑβριστικώτερον ὑμεῖς τοῖς οἰκέταις τοῖς ὑμετέροις αὐτῶν ἐχρῆσθε;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.162 Dem. 24.165 (English) >>Dem. 24.169

Powered by PhiloLogic